Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 71
Not analysed yet
ὥσπερ οὖν κεφαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φωλεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ, πραγματεύεται.