Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 72
Not analysed yet
"ὁ δὲ ποταμὸς“ φησίν "ὁ τέταρτος Εὐφράτης. “καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.