Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 82
Not analysed yet
διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι νοητέον ὅτι ἔργον ἐστὶν οὐχὶ τῆς ψυχῆς, ἀλλὰ τοῦ φαίνοντος αὐτῇ