Ancient Greek · ~3 min
83 to 84
Philo Judaeus, Legum allegoriarum libri i‑iii 83-84
Not analysed yet
θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη. καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους.