Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 85
Not analysed yet
Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγεται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως.