Ancient Greek · ~1 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 97
Not analysed yet
Ἃ δὲ παραινεῖ, ταῦτά ἐστιν· „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ“ (Gen. 2, 16). προτρέπει τὴν τοῦ ἀνθρώπου ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς· τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμάτων.