Ancient Greek · ~2 min
ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ
Philo Judaeus, Legum allegoriarum libri i‑iii 98
Not analysed yet
μὴ μόνον δέ φησι „φάγῃ“, ἀλλὰ καὶ „βρώσει“, τουτέστι καταλέσας καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν ἐπιδιδῶσιν· ἑτέρως γὰρ ἐγὼ καὶ ὁ ἀθλητὴς τρεφόμεθα, ἐγὼ μὲν γὰρ ἕνεκα τοῦ ζῆν μόνον, ὁ δὲ ἀθλητὴς καὶ ἕνεκα τοῦ πιαίνεσθαι καὶ ῥώννυσθαι, παρὸ καὶ ἕν τι τῶν ἀσκητικῶν ἐστι τὸ λεαίνεσθαι τροφήν. τὸ „βρώσει φαγεῖν“ ἐστι τοιοῦτον. ἔτι δὲ ἀκριβέστερον διατυπώσωμεν αὐτό.