Ancient Greek · ~2 min
Section 101
Philo Judaeus, Quis rerum divinarum heres sit 101
Not analysed yet
ἴσως ἄν τις εἴποι μάχεσθαι τοῦτο τῷ πεπιστευκέναι· τὸ μὲν γὰρ ἀπορεῖν ἐνδοιάζοντος, τὸ δὲ μηκέτι ζητεῖν ἔργον εἶναι πεπιστευκότος. λεκτέον οὖν, ὅτι καὶ ἀπορεῖ καὶ πεπίστευκεν, οὐ μὴν περὶ τοῦ αὐτοῦ, πολλοῦ γε καὶ δεῖ. πεπίστευκε μὲν γὰρ ὅτι κληρονόμος ἔσται σοφίας, τὸν δὲ τρόπον αὐτὸ μόνον ζητεῖ καθ’ ὃν ἂν γένοιτο· τὸ δ’ ὅτι γενήσεται, πάντως κατὰ τὰς θείας ὑποσχέσεις βεβαίως κατείληφεν.