Ancient Greek · ~1 min
Section 102
Philo Judaeus, Quis rerum divinarum heres sit 102
Not analysed yet
τὸν πόθον οὖν, ᾧ κέχρηται πρὸς τὸ μαθεῖν, ἐπαινέσας ὁ διδάσκαλος ἄρχεται τῆς ὑφηγήσεως ἀπὸ στοιχειώδους εἰσαγωγῆς, ἐν ᾗ πρῶτον καὶ ἀναγκαιότατον γέγραπται „λάβε μοι“ (Gen. 15,9)· βραχεῖα μὲν ἡ λέξις, πολλὴ δὲ ἡ δύναμις· ἐμφαίνει γὰρ οὐκ ὀλίγα.