Ancient Greek · ~1 min
Section 112
Philo Judaeus, Quis rerum divinarum heres sit 112
Not analysed yet
ὑμνήσας, εὐδαίμονι καὶ μακαρίῳ βίῳ χρήσεται. ταῦτα ἐκ τοῦ „λάβε μοι“ παρεμφαίνεσθαι νομίζω. βουληθεὶς μέντοι καὶ τῆς θείας ἀρετῆς ἀπ’ οὐρανοῦ τὴν εἰκόνα ἐπὶ γῆν καταπέμψαι δι’ ἔλεον τοῦ γένους ἡμῶν, ἵνα μὴ ἀτυχήσῃ τῆς ἀμείνονος μοίρας, συμβολικῶς τὴν ἱερὰν σκηνὴν καὶ τὰ ἐν αὐτῇ κατασκευάζει, σοφίας ἀπεικόνισμα καὶ μίμημα.