Ancient Greek · ~1 min
Section 113
Philo Judaeus, Quis rerum divinarum heres sit 113
Not analysed yet
τῆς γὰρ ἀκαθαρσίας ἡμῶν ἐν μέσῳ φησὶ τὴν σκηνὴν ἱδρῦσθαι τὸ λόγιον, ἵν’ ἔχωμεν ᾧ καθαρθησόμεθα ἐκνιψάμενοι καὶ ἀπολουσάμενοι τὰ καταρρυπαίνοντα ἡμῶν τὸν ἄθλιον καὶ δυσκλείας γέμοντα βίον. τὰ συντείνοντα οὖν πρὸς τὴν κατασκευὴν ἴδωμεν ὃν τρόπον εἰσφέρειν προσέταξεν.