Ancient Greek · ~1 min
Section 117
Philo Judaeus, Quis rerum divinarum heres sit 117
Not analysed yet
εἰκότως οὖν τὸ λόγιον ἀνέθηκε τὰς ἀρχὰς τῷ ἡγεμόνι θεῷ. καὶ ἐν ἑτέροις „εἶπεν“ φησίν „κύριος πρὸς Μωυσῆν λέγων· ἁγίασόν μοι πᾶν πρωτότοκον, πρωτογενές, διανοῖγον πᾶσαν μήτραν ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐμοί ἐστιν“ (Exod. 13, 1. 2)·