Ancient Greek · ~2 min
Section 116
Philo Judaeus, Quis rerum divinarum heres sit 116
Not analysed yet
τέχναις δὲ καὶ ἐπιστήμαις οὐ πηγὴ καὶ ῥίζα καὶ θεμέλιοι καὶ εἴ τι ἄλλο πρεσβυτέρας ὄνομα ἀρχῆς ὑπόκειται ἡ φύσις, ᾗ πάντ’ ἐποικοδομεῖται τὰ καθ’ ἑκάστην θεωρήματα; φύσεως δὲ μὴ προϋποκειμένης ἀτελῆ τὰ πάντα. ἐνθένδε μοι δοκεῖ τις ὁρμηθεὶς εὐστόχως εἰπεῖν ἀρχὴ δέ τοι ἥμισυ παντός, ἀρχὴν αἰνιξάμενος τὴν φύσιν, ἥτις ὡσανεὶ ῥίζα καταβέβληται πρὸς τὴν ἑκάστου συναύξησιν, ᾗ καὶ τὸ ἥμισυ τοῦ παντὸς ἀπένειμεν.