Ancient Greek · ~2 min
Section 125
Philo Judaeus, Quis rerum divinarum heres sit 125
Not analysed yet
Λελαληκότες οὖν τὰ πρέποντα περὶ τούτων ἀναδράμωμεν ἐπὶ τὰ ἐξ ἀρχῆς· ὑπερεθέμεθα γὰρ πολλὰ τῶν ὀφειλόντων ἀκριβωθῆναι. „λάβε μοι“ φησί „δάμαλιν“ ἄζυγα καὶ ἀκάκωτον, ἁπαλὴν ἔτι καὶ νέαν καὶ σφριγῶσαν, ἡνιόχησιν καὶ παιδείαν καὶ ἐπιστασίαν εὐμαρῶς δέξασθαι δυναμένην ψυχήν· „λάβε μοι κριόν,“ λόγον ἀγωνιστὴν καὶ τέλειον, ἱκανὸν μὲν τὰ σοφίσματα τῶν ἀντιδοξούντων ἀνατεμεῖν τε καὶ λῦσαι, ἱκανὸν δὲ καὶ ἀσφάλειαν ὁμοῦ καὶ εὐκοσμίαν τῷ χρωμένῳ περιποιῆσαι·