Ancient Greek · ~1 min
Section 126
Philo Judaeus, Quis rerum divinarum heres sit 126
Not analysed yet
„λάβε μοι“ καὶ τὴν ᾄττουσαν αἴσθησιν ἐπὶ τὸν αἰσθητὸν κόσμον, „αἶγα,“ πάντα „τριετίζοντα“, κατ’ ἀριθμὸν τέλειον παγέντα, ἀρχὴν μεσότητα τελευτὴν ἔχοντα· πρὸς δὲ τούτοις „τρυγόνα καὶ περιστεράν“ (Gen. 15, 9), τήν τε θείαν καὶ τὴν ἀνθρωπίνην σοφίαν, πτηνὰς μὲν ἀμφοτέρας καὶ ἄνω πηδᾶν μεμελετηκυίας, διαφερούσας δ’ ἀλλήλων, ᾗ διαφέρει γένος εἴδους ἢ μίμημα ἀρχετύπου.