Ancient Greek · ~1 min
Section 13
Philo Judaeus, Quis rerum divinarum heres sit 13
Not analysed yet
ἐὰν οὖν μηδενὶ τῶν ἔξωθεν ἐπιφοιτώντων ἢ ἔνδον ταμιευομένων πραγμάτων ὁ νοῦς ἀξιώσῃ προσομιλεῖν, ἀλλ’ ἠρεμίαν ἀγαγὼν καὶ ἡσυχάσας πρὸς τὸν λέγοντα ἑαυτὸν ἀποτείνῃ, σιωπήσας κατὰ τὸ Μωυσέως παράγγελμα δυνήσεται μετὰ τῆς πάσης προσοχῆς ἀκροάσασθαι, ἑτέρως δ’ οὐκ ἂν ἰσχύσαι.