Ancient Greek · ~3 min
Section 14
Philo Judaeus, Quis rerum divinarum heres sit 14
Not analysed yet
τοῖς μὲν οὖν ἀμαθέσι συμφέρον ἡσυχία, τοῖς δὲ ἐπιστήμης ἐφιεμένοις καὶ ἅμα φιλοδεσπότοις ἀναγκαιότατον ἡ παρρησία κτῆμα. λέγεται γοῦν ἐν Ἐξαγωγῇ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσετε“, καὶ χρησμὸς εὐθὺς ὑπόκειται τοιόσδε· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν· τί βοᾷς πρὸς μέ“ (Exod. 14, 14. 15) ; ὡς δέον καὶ σιωπᾶν τοὺς μηδὲν ἄξιον ἀκοῆς ἐροῦντας καὶ λέγειν τοὺς ἔρωτι σοφίας θείῳ πεπιστευκότας καὶ μὴ μόνον λέγειν σὺν ἠρεμίᾳ, ἀλλὰ καὶ μετὰ κραυγῆς μείζονος ἐκβοᾶν, οὐ στόματι καὶ γλώττῃ, δι’ ὧν ἀέρα λόγος ἔχει σφαιρούμενον αἰσθητὸν ἀκοῇ γίνεσθαι, ἀλλὰ τῷ παμμούσῳ καὶ μεγαλοφωνοτάτῳ ψυχῆς ὀργάνῳ, οὗ θνητὸς μὲν ἀκροατὴς οὐδὲ εἷς, ὁ δὲ ἀγένητος καὶ ἄφθαρτος μόνος.