Ancient Greek · ~1 min
Section 141
Philo Judaeus, Quis rerum divinarum heres sit 141
Not analysed yet
Ἐπεὶ δ’ οὐ μόνον φησὶ „διεῖλεν,„ ἀλλὰ καὶ „μέσα διεῖλεν,„ ἀναγκαῖον κἂν ὀλίγα περὶ τῶν ἴσων τμημάτων ὑπομνῆσαι. τὸ μὲν γὰρ ἄκρως κατὰ μέσον διαιρεθὲν ἴσα ἀποτελεῖ τμήματα.