Ancient Greek · ~1 min
Section 142
Philo Judaeus, Quis rerum divinarum heres sit 142
Not analysed yet
ἄνθρωπος μὲν οὖν οὐδεὶς δύναιτ’ ἀκριβῶς ἄν ποτε εἰς ἴσα διελεῖν οὐδέν, ἀλλ’ ἀνάγκη τῶν τμημάτων τὸ ἕτερον ἐνδεῖν ἢ περιττεύειν, καὶ εἰ μὴ μείζονι, ἀλλά τοι βραχεῖ μέρει πάντως, ὃ τάχα τὴν αἴσθησιν ἐκφεύγει τοῖς ἁδρομερεστέροις ἐκ φύσεως καὶ ἔθους προσβάλλουσαν ὄγκοις, τοὺς δὲ ἀτόμους καὶ ἀμερεῖς καταλαβεῖν ἀδυνατοῦσαν.