Ancient Greek · ~1 min
Section 148
Philo Judaeus, Quis rerum divinarum heres sit 148
Not analysed yet
μήκει δ’ ἴσα ἐστὶ καὶ τὰ χρόνου διαστήματα, ἡ μεγίστη ἡμέρα τῇ μεγίστῃ νυκτὶ καὶ πάλιν ἡ βραχυτάτη τῇ βραχυτάτῃ καὶ ἡ μέση τῇ μέσῃ. τὰ δὲ τῶν ἄλλων ἡμερῶν τε καὶ νυκτῶν ἴσα μεγέθη μάλιστα μηνύειν αἱ ἰσημερίαι δοκοῦσιν.