Ancient Greek · ~2 min
Section 149
Philo Judaeus, Quis rerum divinarum heres sit 149
Not analysed yet
ἀπὸ μὲν γὰρ τῆς ἐαρινῆς ἄχρι θερινῶν τροπῶν ἡ μὲν ἡμέρα πρόσθεσιν, ἡ δὲ νὺξ ἀφαίρεσιν δέχεται, ἕως ἂν ἥ τε μεγίστη ἡμέρα καὶ βραχυτάτη νὺξ ἀποτελεσθῶσιν· ἀπὸ δὲ θερινῶν τροπῶν ἀνακάμπτων ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν οὔτε θᾶττον οὔτε βραδύτερον, ἀλλὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα διαστήματα, τάχεσιν ἴσοις χρώμενος μέχρι τῆς μετοπωρινῆς ἰσημερίας ἔρχεται, καὶ ἴσην ἀποτελέσας ἡμέραν νυκτὶ παραύξειν ἄρχεται τὴν νύκτα μειῶν τὴν ἡμέραν ἄχρι χειμερινῆς τροπῆς·