Ancient Greek · ~1 min
Section 151
Philo Judaeus, Quis rerum divinarum heres sit 151
Not analysed yet
τὸ παραπλήσιον μέντοι καὶ ἐν τοῖς μέρεσι τῶν ζῴων καὶ μάλιστα ἀνθρώπων θεωρεῖται. ποὺς γὰρ ποδὶ καὶ χεὶρ χειρὶ καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα ἴσα μεγέθει, τὰ ἐπὶ δεξιὰ τοῖς κατ’ εὐώνυμα. τὰ δ’ ἴσα δυνάμει πάμπολλά ἐστιν ἔν τε ξηροῖς καὶ ὑγροῖς, ὧν ἡ ἐπίκρισις ἐν μέτροις καὶ πλάστιγξι καὶ τοῖς παραπλησίοις θεωρεῖται.