Ancient Greek · ~1 min
Section 152
Philo Judaeus, Quis rerum divinarum heres sit 152
Not analysed yet
ἀναλογίᾳ δὲ σχεδὸν τὰ πάντα ἐστὶν ἴσα, μικρά τε αὖ καὶ μεγάλα ὅσα ἐν τῷ παντὶ κόσμῳ. λέγουσι γὰρ οἱ ἀκριβέστατα περὶ τῶν τῆς φύσεως ἐξητακότες, ὅτι ἀναλογίᾳ μὲν ἴσα τὰ τέτταρα στοιχεῖά ἐστιν, ἀναλογίᾳ δὲ καὶ ὁ κόσμος ἅπας κραθεὶς τὸ ἴσον ἑκάστῳ τῶν μερῶν ἀπονεμούσῃ συνέστη τε καὶ συσταθεὶς εἰς ἅπαν διαμένει·