Ancient Greek · ~2 min
Section 154
Philo Judaeus, Quis rerum divinarum heres sit 154
Not analysed yet
ἐπιὼν δέ τις ἕκαστα μῆκος ἂν ἄπειρον τῷ λόγῳ δύναιτ’ ἂν περιθεῖναι. τὰ γὰρ βραχύτατα ζῷα τοῖς μεγίστοις ἀναλογίᾳ σκοπῶν ἴσα ἂν εὕροι, ὡς χελιδόνα ἀετῷ καὶ τρίγλαν κήτει καὶ μύρμηκα ἐλέφαντι. καὶ γὰρ σῶμα καὶ ψυχὴ καὶ πάθη, ἀλγηδόνες τε καὶ ἡδοναί, πρὸς δὲ καὶ οἰκειώσεις καὶ ἀλλοτριώσεις καὶ ὅσα ζῴων φύσις χωρεῖ, πάντα σχεδόν ἐστιν ὁμοιότροπα τῷ τῆς ἀναλογίας ἰσούμενα κανόνι.