Ancient Greek · ~1 min
Section 153
Philo Judaeus, Quis rerum divinarum heres sit 153
Not analysed yet
καὶ τὰ περὶ ἡμᾶς μέντοι τέτταρα, ξηρόν, ὑγρόν, ψυχρόν τε αὖ καὶ θερμόν, τὴν δι’ ἀναλογίας ἰσότητα κερασαμένην ἁρμόσασθαι, καὶ μηδὲν ἄλλο ἡμᾶς ἢ κρᾶσιν εἶναι τῶν τεσσάρων δυνάμεων ἀναλογίας ἰσότητι κραθεισῶν.