Ancient Greek · ~1 min
Section 158
Philo Judaeus, Quis rerum divinarum heres sit 158
Not analysed yet
ἐπεὶ καὶ ὅσοι τῶν τεχνιτῶν εἰσι δόκιμοι, ἃς ἂν παραλάβωσιν ὕλας, εἴτε πολυτελεῖς εἶεν εἴτε καὶ εὐτελέσταται, δημιουργεῖν ἐθέλουσιν ἐπαινετῶς. ἤδη δέ τινες καὶ προσφιλοκαλοῦντες τὰ ἐν ταῖς εὐτελεστέραις οὐσίαις τεχνικώτερα τῶν ἐν ταῖς πολυτελέσιν εἰργάσαντο βουληθέντες προσθήκῃ τοῦ ἐπιστημονικοῦ τὸ κατὰ τὴν ὕλην ἐνδέον ἐπανισῶσαι.