Ancient Greek · ~1 min
Section 159
Philo Judaeus, Quis rerum divinarum heres sit 159
Not analysed yet
τίμιον δ’ οὐδὲν τῶν ἐν ὕλαις παρὰ θεῷ· διὸ τῆς αὐτῆς μετέδωκε πᾶσι τέχνης ἐξ ἴσου. παρὸ καὶ ἐν ἱεραῖς γραφαῖς λέγεται· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1, 31), τὰ δὲ τοῦ αὐτοῦ τυγχάνοντα ἐπαίνου παρὰ τῷ ἐπαινοῦντι πάντως ἐστὶν ἰσότιμα.