Ancient Greek · ~2 min
Section 160
Philo Judaeus, Quis rerum divinarum heres sit 160
Not analysed yet
ἐπῄνεσε δὲ ὁ θεὸς οὐ τὴν δημιουργηθεῖσαν ὕλην, τὴν ἄψυχον καὶ πλημμελῆ καὶ διαλυτήν, ἔτι δὲ φθαρτὴν ἐξ ἑαυτῆς ἀνώμαλόν τε καὶ ἄνισον, ἀλλὰ τὰ ἑαυτοῦ τεχνικὰ ἔργα κατὰ μίαν ἴσην καὶ ὁμαλὴν δύναμιν καὶ ἐπιστήμην ὁμοίαν καὶ τὴν αὐτὴν ἀποτελεσθέντα. παρὸ καὶ τοῖς τῆς ἀναλογίας κανόσιν ἴσα καὶ ὅμοια πάντα πᾶσιν ἐνομίσθη κατὰ τὸν τῆς τέχνης καὶ ἐπιστήμης λόγον.