Ancient Greek · ~2 min
Section 179
Philo Judaeus, Quis rerum divinarum heres sit 179
Not analysed yet
καταπλήττει με καὶ ἡ τῶν προσαγομένων τῷ ἱλασμῷ δυεῖν τράγων ἐπίκρισις ὁμοῦ καὶ διανομὴ τεμνομένων ἀδήλῳ καὶ ἀτεκμάρτῳ τομεῖ, κλήρῳ· λόγων γὰρ δυεῖν ὁ μὲν τὰ τῆς θείας ἀρετῆς πραγματευόμενος ἀνιεροῦται καὶ ἀνατίθεται θεῷ, ὁ δὲ τὰ τῆς ἀνθρωπίνης κακοδαιμονίας ἐζηλωκὼς γενέσει τῇ φυγάδι· καὶ γὰρ ὃν ἔλαχεν αὕτη κλῆρον, ἀποπομπαῖον καλοῦσιν οἱ χρησμοί (Lev. 16, 8), ἐπειδὴ μετανίσταται καὶ διῴκισται καὶ μακρὰν ἀπελήλαται σοφίας.