Ancient Greek · ~1 min
Section 180
Philo Judaeus, Quis rerum divinarum heres sit 180
Not analysed yet
ἐπισήμων γε μὴν καὶ ἀσήμων ὥσπερ νομισμάτων, οὕτως καὶ πραγμάτων ὄντων ἐν τῇ φύσει πολλῶν ὁ ἀόρατος τομεὺς οὐ δοκεῖ σοι διελεῖν πάντ’ εἰς μοίρας ἴσας καὶ τὰ μὲν ἐπίσημα καὶ δόκιμα τῷ παιδείας ἐραστῇ, τῷ δὲ ἀμαθαίνοντι τὰ ἀτύπωτα καὶ ἄσημα προσνεῖμαι; „ἐγένετο“ γάρ φησι „τὰ μὲν ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ“ (Gen. 30,42).