Ancient Greek · ~1 min
Section 181
Philo Judaeus, Quis rerum divinarum heres sit 181
Not analysed yet
καὶ γὰρ ἡ ψυχή, τὸ κήρινον, ὡς εἶπέ τις τῶν ἀρχαίων, ἐκμαγεῖον, σκληρὰ μὲν οὖσα καὶ ἀντίτυπος ἀπωθεῖ καὶ ἀποσείεται τοὺς ἐπιφερομένους χαρακτῆρας καὶ ἀσχημάτιστος ἐξ ἀνάγκης διαμένει, πειθήνιος δ’ ὑπάρχουσα καὶ μετρίως ὑπείκουσα βαθεῖς τοὺς τύπους δέχεται καὶ ἀναμαξαμένη τὰς σφραγῖδας ἄκρως διαφυλάττει τὰ ἐνσημανθέντα