Ancient Greek · ~1 min
Section 184
Philo Judaeus, Quis rerum divinarum heres sit 184
Not analysed yet
ἀλλὰ γὰρ καὶ τῆς ψυχῆς τὸ μὲν ἀμιγὲς καὶ ἄκρατον μέρος ὁ ἀκραιφνέστατος νοῦς ἐστιν, ὃς ἀπ’ οὐρανοῦ καταπνευσθεὶς ἄνωθεν ὅταν ἄνοσος καὶ ἀπήμων διαφυλαχθῇ, τῷ καταπνεύσαντι καὶ ἀπαθῆ παντὸς κακοῦ διαφυλάξαντι προσηκόντως ὅλος εἰς ἱερὰν σπονδὴν ἀναστοιχειωθεὶς ἀνταποδίδοται· τὸ δ’ αὖ μικτὸν γένος τὸ αἰσθήσεών ἐστιν, ᾧ κρατῆρας οἰκείους ἡ φύσις ἐδημιούργησε.