Ancient Greek · ~1 min
Section 185
Philo Judaeus, Quis rerum divinarum heres sit 185
Not analysed yet
κρατῆρες δὲ ὁράσεως μὲν ὀφθαλμοί, ἀκοῆς δὲ ὦτα καὶ μυκτῆρες ὀσφρήσεως καὶ τῶν ἄλλων αἱ ἁρμόττουσαι δεξαμεναί. τούτοις ἐπιχεῖ τοῖς κρατῆρσιν ὁ ἱερὸς λόγος τοῦ αἵματος ἀξιῶν τὸ ἄλογον ἡμῶν μέρος ψυχωθῆναι καὶ τρόπον τινὰ λογικὸν γενέσθαι, ταῖς μὲν νουθεσίαις περιόδοις ἀκολουθῆσαν, ἁγνεῦσαν δὲ τῶν ὁλκὸν ἀπατεῶνα προτεινόντων δύναμιν αἰσθητῶν.