Ancient Greek · ~1 min
Section 187
Philo Judaeus, Quis rerum divinarum heres sit 187
Not analysed yet
ἀνάγκη γὰρ καὶ τῷ τοιούτῳ γένει κλῆρον ἄκληρον καὶ ἀποπομπαῖον ἐκ τοῦ διδράχμου δοθῆναι, ἐναντίον τῇ ἀνατεθειμένῃ δραχμῇ τε καὶ μονάδι· μονὰς δὲ οὔτε προσθήκην οὔτε ἀφαίρεσιν δέχεσθαι πέφυκεν, εἰκὼν οὖσα τοῦ μόνου πλήρους θεοῦ.