Ancient Greek · ~3 min
Section 186
Philo Judaeus, Quis rerum divinarum heres sit 186
Not analysed yet
ἆρά γε οὐχὶ τοῦτον τὸν τρόπον καὶ τὸ δίδραχμον διενεμήθη τὸ ἅγιον, ἵνα τὸ μὲν ἥμισυ αὐτοῦ, τὴν δραχμήν, καθιερῶμεν λύτρα τῆς ἑαυτῶν ψυχῆς κατατιθέντες (Exod. 30, 12. 13), ἣν ὁ μόνος ἀψευδῶς ἐλεύθερος καὶ ἐλευθεροποιὸς θεὸς ὠμῆς καὶ πικρᾶς παθῶν καὶ ἀδικημάτων δεσποτείας ἱκετευθείς, ἔστι δ’ ὅτε καὶ χωρὶς ἱκεσίας, ἀνὰ κράτος ἐκλύει, τὸ δ’ ἕτερον μέρος τῷ ἀνελευθέρῳ καὶ δουλοπρεπεῖ γένει καταλίπωμεν, οὗ κεκοινώνηκεν ὁ λέγων· „ἠγάπηκα τὸν κύριόν μου,“ τὸν ἡγεμόνα ἐν ἐμοὶ νοῦν, „καὶ τὴν γυναῖκά μου,“ τὴν φίλην καὶ οἰκουρὸν παθῶν αἴσθησιν, „καὶ τὰ παιδία,“ τὰ κακὰ τούτων ἔγγονα, „οὐκ ἄπειμι ἐλεύθερος" (Exod. 21, 5).