Ancient Greek · ~2 min
Section 197
Philo Judaeus, Quis rerum divinarum heres sit 197
Not analysed yet
ἔστι δ’ οἶμαι τὰ τέτταρα ταῦτα, ἐξ ὧν τὸ θυμίαμα συντίθεται, σύμβολα τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη σύμπας ὁ κόσμος. στακτὴν μὲν γὰρ ὕδατι, γῇ δὲ ὄνυχα, χαλβάνην δὲ ἀέρι, τὸν δὲ διαφανῆ λιβανωτὸν πυρὶ ἀπεικάζει· στακτὴ μὲν γὰρ παρὰ τὰς σταγόνας ὑδατῶδες, ξηρὸν δὲ ὄνυξ καὶ γεῶδες, τῇ δὲ χαλβάνῃ τὸ ἡδυσμοῦ πρὸς τὴν ἀέρος ἔμφασιν προσετέθη —τὸ γὰρ εὐῶδες ἐν ἀέρι —,τῷ δὲ λιβανωτῷ τὸ διαφανὲς πρὸς φωτὸς ἔνδειξιν.