Ancient Greek · ~1 min
Section 198
Philo Judaeus, Quis rerum divinarum heres sit 198
Not analysed yet
διὸ καὶ τὰ βάρος ἔχοντα τῶν κούφων διεχώρισε, τὰ μὲν τῷ συμπλεκτικῷ συνδέσμῳ ἑνώσας, τὰ δὲ διαλελυμένως ἐξενεγκών· ἔφη γάρ· „λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα“, ταῦτα ἀσύνδετα, τῶν βάρος ἐχόντων, ὕδατός τε καὶ γῆς, σύμβολα, εἶτα ἀφ’ ἑτέρας ἀρχῆς μετὰ συμπλοκῆς „καὶ χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ“, ταῦτα πάλιν καθ’ ἑαυτά, τῶν κούφων, ἀέρος καὶ πυρός, [τὰ] σημεῖα.