Ancient Greek · ~1 min
Section 199
Philo Judaeus, Quis rerum divinarum heres sit 199
Not analysed yet
τὴν δὲ τούτων ἐμμελῆ σύνθεσίν τε καὶ κρᾶσιν τὸ πρεσβύτατον καὶ τελειότατον ἔργον ἅγιον ὡς ἀληθῶς εἶναι συμβέβηκε, τὸν κόσμον, ὃν διὰ συμβόλου τοῦ θυμιάματος οἴεται δεῖν εὐχαριστεῖν τῷ πεποιηκότι, ἵνα λόγῳ μὲν ἡ μυρεψικῇ τέχνῃ κατασκευασθεῖσα σύνθεσις ἐκθυμιᾶται, ἔργῳ δὲ ὁ θείᾳ σοφίᾳ δημιουργηθεὶς κόσμος ἅπας ἀναφέρηται πρωὶ καὶ δειλινῆς ὁλοκαυτούμενος.