Ancient Greek · ~1 min
Section 2
Philo Judaeus, Quis rerum divinarum heres sit 2
Not analysed yet
ἐπειδὴ γὰρ θεσπισθέντος ὁ σοφὸς ἤκουσε λογίου τοιούτου· „ὁ μισθός σου πολὺς ἔσται σφόδρα”, πυνθάνεται φάσκων· „δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου οὗτος Δαμασκὸς Ἐλιέζερ“, καὶ πάλιν „ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με” (Gen. 15, 1—3).