Ancient Greek · ~1 min
Section 3
Philo Judaeus, Quis rerum divinarum heres sit 3
Not analysed yet
καίτοι τίς οὐκ ἂν τὸ τοῦ χρησμῳδοῦντος ἀξίωμα καὶ μέγεθος καταπλαγεὶς ἄφωνος καὶ ἀχανὴς ἐγένετο, καὶ εἰ μὴ διὰ δέος, ἀλλά τοι τῷ περιχαρεῖ; ἐπιστομίζουσι γὰρ ὡς αἱ σφοδραὶ λῦπαι, καὶ αἱ ὑπερβάλλουσαι χαραί.