Ancient Greek · ~1 min
Section 215
Philo Judaeus, Quis rerum divinarum heres sit 215
Not analysed yet
Ταῦτα μὲν οὖν καὶ ἐν ἑτέροις ἀκριβώσομεν. ἄξιον δὲ καὶ ἐκεῖνο μὴ παρησυχασθῆναι· τὰ γὰρ λεγόμενα διχοτομήματα τριῶν ζῴων δίχα διαιρεθέντων ἓξ ἐγένετο, ὡς ἕβδομον τὸν τομέα εἶναι λόγον, διαστέλλοντα τὰς τριάδας, μέσον αὐτὸν ἱδρυμένον.