Ancient Greek · ~2 min
Section 216
Philo Judaeus, Quis rerum divinarum heres sit 216
Not analysed yet
τὸ παραπλήσιόν μοι δοκεῖ σαφέστατα μεμηνῦσθαι καὶ ἐπὶ τῆς ἱερᾶς λυχνίας· δεδημιούργηται γὰρ ἓξ καλαμίσκους ἔχουσα, τρεῖς ἑκατέρωθεν, ἑβδόμη δὲ αὐτὴ μέση, διαιροῦσα καὶ διακρίνουσα τὰς τριάδας. τορευτὴ γάρ ἐστι, τεχνικὸν καὶ δόκιμον θεῖον ἔργον, ἐξ ἑνὸς χρυσίου καθαροῦ (Exod. 25, 30. 38, 13. 14)· τὸ γὰρ ἓν καὶ μόνον καὶ καθαρὸν ὄντως ἑβδομάδα τὴν ἀμήτορα γεγέννηκεν ἐξ ἑαυτοῦ μόνου, μὴ προσχρησάμενον ὕλῃ τὸ παράπαν.