Ancient Greek · ~2 min
Section 218
Philo Judaeus, Quis rerum divinarum heres sit 218
Not analysed yet
περὶ τῆς προειρημένης λυχνίας ὁ τεχνίτης διαλεγόμενος πάλιν φησίν, ὅτι „ἐκ τῶν καλαμίσκων εἰσὶν οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἑκατέρωθεν, ἐξισούμενοι ἀλλήλοις· καὶ τὰ λαμπάδια αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ ἐξ αὐτῶν· καὶ τὰ ἀνθέμια ἐν αὐτοῖς, ἵν’ ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι καὶ τὸ ἀνθέμιον τὸ ἕβδομον ἐπ’ ἄκρου τοῦ λαμπαδίου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς χρυσοῦς“ (Exod. 38, 15—17)·