Ancient Greek · ~1 min
Section 217
Philo Judaeus, Quis rerum divinarum heres sit 217
Not analysed yet
χρυσὸν δ’ οἱ ἐγκωμιάζοντες πολλὰ μὲν καὶ ἄλλα λέγουσι τῶν εἰς ἔπαινον, δύο δὲ τὰ ἀνωτάτω, ἓν μέν, ὅτι ἰὸν οὐ παραδέχεται, ἕτερον δέ, ὅτι εἰς ὑμένας λεπτοτάτους ἀρραγὴς διαμένων ἐλαύνεταί τε καὶ χεῖται. σύμβολον οὖν εἰκότως μείζονος φύσεως γέγονε, ἣ ταθεῖσα καὶ κεχυμένη καὶ φθάσασα πάντῃ πλήρης ὅλη δι’ ὅλων ἐστίν, εὐαρμόστως καὶ τὰ ἄλλα συνυφήνασα.