Ancient Greek · ~4 min
Section 226
Philo Judaeus, Quis rerum divinarum heres sit 226
Not analysed yet
ἄξιον δὲ μηδ’ ἐκεῖνο παρησυχασθῆναι· τριῶν ὄντων ἐν τοῖς ἁγίοις σκευῶν, λυχνίας, τραπέζης, θυμιατηρίου, τὸ μὲν θυμιατήριον εἰς τὴν ὑπὲρ τῶν στοιχείων εὐχαριστίαν ἀνάγεται, ὡς ἐδείχθη πρότερον, ἐπεὶ καὶ αὐτὸ μοίρας ἔχει τῶν τεττάρων, γῆς μὲν τὰ ξύλα, ὕδατος δὲ τὰ ἐπιθυμιώμενα —πρότερον γὰρ τηκόμενα εἰς λιβάδας αὖθις ἀναλύεται —,τὸν δὲ ἀτμὸν ἀέρος, πυρὸς δὲ τὸ ἐξαπτόμενον—καὶ ἡ σύνθεσις δὲ λιβανωτοῦ καὶ χαλβάνης ὄνυχός τε καὶ στακτῆς (Exod. 30,34) τῶν στοιχείων σύμβολον —,ἡ δὲ τράπεζα εἰς τὴν ὑπὲρ τῶν θνητῶν ἀποτελεσμάτων εὐχαριστίαν —ἄρτοι γὰρ καὶ σπονδεῖα ἐπιτίθενται αὐτῇ (Num. 4,7), οἷς ἀνάγκη χρῆσθαι τὰ τῆς τροφῆς δεόμενα —,ἡ δὲ λυχνία εἰς τὴν ὑπὲρ τῶν κατ’ οὐρανὸν ἁπάντων, ἵνα μηδὲν μέρος τοῦ κόσμου δίκην ἀχαριστίας ὄφλῃ, ἀλλ’ εἰδῶμεν ὅτι πάντα τὰ μέρη τὰ κατ’ αὐτὸν εὐχαριστεῖ, τὰ στοιχεῖα, τὰ ἀποτελέσματα, οὐ τὰ ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τὰ ἐν οὐρανῷ.