Ancient Greek · ~1 min
Section 227
Philo Judaeus, Quis rerum divinarum heres sit 227
Not analysed yet
ἄξιον δὲ σκέψασθαι, διὰ τί τῆς τραπέζης καὶ τοῦ θυμιατηρίου τὰ μέτρα δηλώσας τῆς λυχνίας οὐδὲν ἀνέγραψε· μήποτε δι’ ἐκεῖνο, ὅτι τὰ μὲν στοιχεῖα καὶ τὰ θνητὰ ἀποτελέσματα, ὧν ἡ τράπεζα καὶ τὸ θυμιατήριον σύμβολα, μεμέτρηται περατωθέντα ὑπ’ οὐρανοῦ —ἀεὶ γὰρ τὸ περιέχον τοῦ περιεχομένου μέτρον —,ὁ δ’ οὐρανός, οὗ σύμβολόν ἐστιν ἡ λυχνία, ἀπειρομεγέθης ἐστί.