Ancient Greek · ~1 min
Section 228
Philo Judaeus, Quis rerum divinarum heres sit 228
Not analysed yet
περιέχεται γὰρ ὑπ’ οὐδενὸς σώματος, οὔτε ἰσομεγέθους αὐτῷ οὔτε ἀπείρου, ἀλλ’ οὐδ’ ὑπὸ κενοῦ κατὰ Μωυσῆν διὰ τὴν ἐν τῇ ἐκπυρώσει μυθευομένην τερατολογίαν· ἔστι δὲ ὅρος αὐτοῦ ὁ θεός, ἡνίοχος καὶ κυβερνήτης αὐτοῦ.