Ancient Greek · ~2 min
Section 233
Philo Judaeus, Quis rerum divinarum heres sit 233
Not analysed yet
καὶ γὰρ ἐν τούτῳ λόγος ἔχει τὴν μὲν ἐξωτάτω καὶ ἀπλανῆ σφαῖραν ἄτμητον φυλαχθῆναι, τὴν δ’ ἐντὸς ἑξαχῆ τμηθεῖσαν ἑπτὰ κύκλους τῶν λεγομένων πλανήτων ἀποτελέσαι· ὃ γάρ, οἶμαι, ἐν ἀνθρώπῳ ψυχή, τοῦτο οὐρανὸς ἐν κόσμῳ. τὰς οὖν νοερὰς καὶ λογικὰς δύο φύσεις, τήν τε ἐν ἀνθρώπῳ καὶ τὴν ἐν τῷ παντί, συμβέβηκεν ὁλοκλήρους καὶ ἀδιαιρέτους εἶναι. διὸ λέγεται· „τὰ δὲ ὄρνεα οὐ διεῖλε. “