Ancient Greek · ~2 min
Section 234
Philo Judaeus, Quis rerum divinarum heres sit 234
Not analysed yet
περιστερᾷ μὲν οὖν ὁ ἡμέτερος νοῦς, ἐπειδὴ τιθασὸν καὶ σύντροφον ἡμῖν ἐστι τὸ ζῷον, εἰκάζεται, τῷ δὲ τούτου παραδείγματι ἡ τρυγών· ὁ γὰρ θεοῦ λόγος φιλέρημος καὶ μονωτικός, ἐν ὄχλῳ τῷ τῶν γεγονότων καὶ φθαρησομένων οὐχὶ φυρόμενος. ἀλλ’ ἄνω φοιτᾶν εἰθισμένος ἀεὶ καὶ ἑνὶ ὀπαδὸς εἶναι μόνῳ μεμελετηκώς. ἄτμητοι μὲν οὖν αἱ δύο φύσεις, ἥ τε ἐν ἡμῖν τοῦ λογισμοῦ καὶ ἡ ὑπὲρ ἡμᾶς τοῦ θείου λόγου, ἄτμητοι δὲ οὖσαι μυρία ἄλλα τέμνουσιν.