Ancient Greek · ~2 min
Section 238
Philo Judaeus, Quis rerum divinarum heres sit 238
Not analysed yet
καθάπερ γὰρ τοῖς χερσαίοις οἰκειότατον χωρίον γῆ καὶ μάλιστα τοῖς ἑρπετοῖς, ἃ μηδ’ ὑπὲρ αὐτῆς ἰλυσπώμενα ἀνέχεται, φωλεοὺς δὲ καὶ καταδύσεις ζητεῖ τὸν ἄνω χῶρον ἀποδιδράσκοντα διὰ τὴν πρὸς τὰ κάτω συγγένειαν, τὸν αὐτὸν τρόπον καὶ τοῖς πτηνοῖς ὁ ἀὴρ ἐνδιαίτημα οἰκεῖον, κούφοις διὰ τὴν πτέρωσιν ὁ φύσει κοῦφος. ὅταν οὖν τὰ ἀεροπόρα αἰθεροβατεῖν ὀφείλοντα καταβαίνῃ, πρὸς χέρσον ἀφικνούμενα τῷ κατὰ φύσιν ἀδυνατεῖ χρῆσθαι βίῳ.